Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.346 Joseph. AJ 7.350 (English) >>Joseph. AJ 7.355

7.348τοῦτο πρὸς τὴν Σολόμωνος κατεμήνυσε μητέρα Βερσάβην Νάθας προφήτης, ὡς Ἀδωνίας βασιλεῦσαι βούλεται, συνεβούλευέ τε σώζειν αὑτὴν καὶ τὸν παῖδα Σολόμωνα, εἴπερ Ἀδωνίας τὴν ἀρχὴν ἤδη παραλάβοι, καὶ περὶ τούτου πυθέσθαι τοῦ βασιλέως. 7.349ταῦτα δὲ τῷ βασιλεῖ διαλεγομένης προφήτης εἰσελεύσεσθαι καὶ αὐτὸς ἔφησε καὶ τοῖς λόγοις αὐτῆς ἐπιμαρτυρήσειν. δὲ Βερσάβη πεισθεῖσα τῷ Νάθᾳ πάρεισι πρὸς τὸν βασιλέα, καὶ προσκυνήσασα καὶ λόγον αἰτησαμένη 7.350 πάντʼ αὐτῷ καθὼς προφήτης ὑπέθετο διεξέρχεται τό τε δεῖπνον τὸ Ἀδωνία καὶ τοὺς ὑπʼ αὐτοῦ κεκλημένους Ἀβιάθαρον τὸν ἀρχιερέα καὶ Ἰώαβον τὸν ἄρχοντα καὶ τοὺς υἱοὺς αὐτοῦ χωρὶς Σολόμωνος καὶ τῶν ἀναγκαίων αὐτοῦ φίλων μηνύσασα· ἔλεγέ τε πάντα τὸν λαὸν ἀφορᾶν, τίνα χειροτονήσει βασιλέα, παρεκάλει τε κατὰ νοῦν ἔχειν, ὡς μετὰ τὴν ἀπαλλαγὴν αὐτοῦ βασιλεύσας αὐτήν τε καὶ Σολόμωνα τὸν υἱὸν αὐτῆς ἀναιρήσει. 7.351

Διαλεγομένης δὲ ἔτι τῆς γυναικὸς ἤγγειλαν οἱ τοῦ δωματίου προεστῶτες, ὅτι βούλεται Νάθας ἰδεῖν αὐτόν. τοῦ δὲ βασιλέως ἐκδέξασθαι κελεύσαντος εἰσελθών, εἰ τήμερον ἀποδείξειε τὸν Ἀδωνίαν βασιλέα καὶ παραδοίη τὴν ἀρχὴν ἐπυνθάνετο· 7.352λαμπρὸν γὰρ αὐτὸν ποιήσαντα δεῖπνον κεκληκέναι τοὺς υἱοὺς αὐτοῦ πάντας χωρὶς Σολόμωνος καὶ τὸν στρατηγὸν Ἰώαβον, οἳ μετὰ κρότου καὶ παιδιᾶς εὐωχούμενοι πολλῆς αἰώνιον αὐτῷ συνεύχονται τὴν ἡγεμονίαν· ἐκάλεσε δὲ οὔτε ἐμὲ οὔτε τὸν ἀρχιερέα Σάδωκον οὔτε Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων· δίκαιον δʼ εἶναι ταῦτα γινώσκειν ἅπαντας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.346 Joseph. AJ 7.350 (English) >>Joseph. AJ 7.355

Powered by PhiloLogic